Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲικύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-21
Not analysed yet
ἀλλ’ ἐκείνου μοι μέμνηϲο διὰ παντόϲ, ὡϲ, κἂν πέττῃ τιϲ ὁτιοῦν τῶν δυϲπέπτων τοῖϲ πολλοῖϲ, ὅ γ’ ἐξ αὐτοῦ χυμὸϲ ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα τὴν αὐτὴν ἔχει φύϲιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονοϲ χυμὸν παχὺν καὶ γεώδη γενέϲθαι, κἂν κάλλιϲτα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆϲ φακῆϲ ἢ τῶν βοείων κρεῶν ὑδατώδη τε καὶ ὑγρόν, ὅνπερ καὶ λεπτὸν τῇ ϲυϲτάϲει καλοῦϲιν. ἔϲτι δ’ ἐν τούτῳ μάλιϲτα τὸ χρήϲιμον εἰϲ ὑγιείαϲ τε φυλακὴν |καὶ νόϲων ἴαϲιν, ὡϲ ἑτέρωθί τε δέδεικται καὶ νῦν εἰρήϲεται πάλιν ἐν κεφαλαίοιϲ βραχέϲι προϊόντοϲ τοῦ λόγου.