Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν βάτων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-34
Not analysed yet
οὐ μὴν ὑπάγει γε τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κἂν ἀωρότερά τιϲ αὐτὰ ξηράναϲ ἀπόθηται, πολὺ μᾶλλον ἐφεκτικὰ γίγνεται. πάντα γε μὴν ὅϲα διὰ τοῦ χυλοῦ τῶν μόρων ϲκευάζεται φάρμακα, καὶ διὰ τούτων γενόμενα δρατικωτέραν ἴϲχει τὴν δύναμιν.