Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τοῦ τῶν βάτων καρποῦ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-48
Not analysed yet
Τὸν τῶν βάτων καρπὸν ὀνομάζουϲιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ ϲυκάμινα τὸν τῆϲ μορέαϲ τε καὶ ϲυκαμινέαϲ. καλοῦϲι γὰρ ἑκατέρωϲ αὐτά. ἔϲτι δὲ ϲτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιϲ αὐτὰ προϲενέγκηται, κεφαλαλγήϲει· τινὲϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶϲ ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προϲφέρεϲθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιϲτα κἀπὶ τῶν ϲυκαμίνων ἐϲτὶ ποιητέον.