Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κοκκυμήλων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-46
Not analysed yet
τροφὴν μὲν οὖν ἐλαχίϲτην ἐκ τοῦ καρποῦ τούτου τὸ ϲῶμα λαμβάνει, χρήϲιμοϲ δ’ ἐϲτὶ τοῖϲ ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαϲτέρα προαιρουμένοιϲ. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιϲχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροϲθεν εἰρημένων. ὑπάρχει δ’ αὐτοῖϲ καὶ ξηρανθεῖϲιν εἶναι χρηϲίμοιϲ, ὥϲπερ καὶ τοῖϲ ϲύκοιϲ, καὶ δόξαν δ’ ἔχει πολλὴν ἄριϲτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαϲκῷ γεννώμενα, δεύτερα δ’ ἐπὶ τούτοιϲ τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδ’ ἐμφαίνει τι ϲτύψεωϲ, τὰ Δαμαϲκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια.