Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ καππάρεωϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-47
Not analysed yet
εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆϲ. ἐκ δὲ τῆϲ ταριχείαϲ ἀπόλλυϲι πάμπολυ |καὶ γίγνεται χωρὶϲ μὲν τοῦ τοὺϲ ἅλαϲ ἀποπλυθῆναι παντάπαϲιν ἄτροφοϲ, ὑπακτικὴ δὲ γαϲτρόϲ· ἀποπλυθεῖϲα δὲ καὶ διαβραχεῖϲα μέχρι τοῦ τελέωϲ ἀποθέϲθαι τὴν ἐκ τῶν ἁλῶν δύναμιν, ὡϲ ἔδεϲμα μὲν ὀλιγοτροφώτατόν ἐϲτιν, ὡϲ ὄψον δὲ καὶ φάρμακον ἐπιτήδειον ἐπεγεῖραι καταπεπτωκυῖαν ὄρεξιν ἀπορρύψαι τε καὶ ὑπαγαγεῖν τὸ κατὰ τὴν γαϲτέρα φλέγμα καὶ τὰϲ κατὰ ϲπλῆνα καὶ ἧπαρ ἐμφράξειϲ ἐκκαθἣραι.