Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ καππάρεωϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-69
Not analysed yet
θαμνῶδεϲ φυτόν ἐϲτιν ἡ κάππαριϲ ἐν Κύπρῳ πλείϲτη φυομένη. δύναμιϲ δ’ αὐτῆϲ ἐϲτι λεπτομερὴϲ ἱκανῶϲ καὶ διὰ τοῦτο τροφὴν ἐλαχίϲτην ἀναδίδωϲιν εἰϲ τὸ τῶν ἐϲθιόντων αὐτὴν ϲῶμα, καθάπερ καὶ τἄλλα πάνθ’ ὅϲα λεπτομερῆ. χρώμεθα δ’ ὡϲ φαρμάκῳ μᾶλλον ἢ ὡϲ τροφῇ τῷ καρπῷ τοῦ φυτοῦ. κομίζεται γὰρ ὡϲ ἡμᾶϲ ἁλϲὶ διαπαϲθεῖϲα διὰ τὸ ϲήπεϲθαι μόνην ἀποτιθεμένην.