Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ καρπῶν, ἐν οἷϲ εἰϲι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-49
Not analysed yet
τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ μιμαίκυλα (καλεῖται δ’ οὕτωϲ ὁ τοῦ κομάρου καρπόϲ) ἐϲθίουϲι ϲυνήθωϲ οἱ κατὰ τοὺϲ ἀγρούϲ, τοὺϲ δὲ τῶν ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ γε μὴν καταϲχόντοϲ ποτὲ τὴν ἡμετέραν χώραν εὐφορίαϲ τε γενομένηϲ τῶν τε βαλάνων καὶ τῶν μεϲπίλων, ἐν ϲιροῖϲ αὐτὰϲ οἱ ἄγροικοι θηϲαυρίϲαντεϲ ἀντὶ τῶν ϲιτηρῶν ἐδεϲμάτων εἶχον ἔν τε τῷ χειμῶνι παντὶ καὶ τοῖϲ πρώτοιϲ τοῦ ἦροϲ.