Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῶν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ καρπῶν, ἐν οἷϲ εἰϲι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-36
Not analysed yet
ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν, ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτ’ ἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δ’ ἄν ποτε καὶ καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ |καὶ μέλιτοϲ ἐπιχέοντεϲ ἢ μετὰ γάλακτοϲ ἕψοντεϲ.