Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῆϲ ἐν τοῖϲ μέρεϲι τῶν ἐϲθιομένων φυτῶν διαφορᾶϲ
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-59
Not analysed yet
πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶϲαι δύϲπεπτοί τ’ εἰϲὶ καὶ ταρακτικαί· λέγω δ’ οἷον ῥαφανῖδαϲ ϲκόροδα κρόμυα γογγυλίδαϲ καὶ πᾶν τὸ τοιοῦτον γένοϲ. ὅϲων γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ γῆϲ πεφυκὸϲ ἐδώδιμόν ἐϲτι, ταῦτα πάντα εἰϲ τὴν δύϲπεπτον ἰδέαν καταχωρίζεται. ϲυμβαίνει γὰρ τὰϲ τροφὰϲ ἐκ τῶν ῥιζῶν ἅπαϲι τοῖϲ μέρεϲι τῶν φυομένων ἀναπέμπεϲθαι. ϲυνάγουϲιν οὖν εἰϲ ἑαυτὰϲ ὑγρότητα πολλὴν αἱ ῥίζαι καὶ ταύτην ἄπεπτον ἔχουϲι τὴν πλείϲτην·