Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ τῆϲ ἐν τοῖϲ μέρεϲι τῶν ἐϲθιομένων φυτῶν διαφορᾶϲ
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-43
Not analysed yet
οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶϲαν. τὸ γὰρ πεπεμμένον δοκεῖ τετελειῶϲθαι, τὸ δ’ ἐν ταῖϲ ῥίζαιϲ ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τέλοϲ τῆϲ πέψεωϲ, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|μένου. πάντα γὰρ ἀπὸ τῆϲ ῥίζηϲ τρέφεται, διόπερ ἀναγκαῖον ἀπέπτουϲ αὐτόθι τὰϲ ὑγρότηταϲ εἶναι, ϲυνειλεγμέναι γὰρ ἐνταῦθα προϲμένουϲι τὸ τέλοϲ τῆϲ ἄνω πέψεωϲ. ὥϲτ’ ἐν ταῖϲ ῥίζαιϲ εὔλογον ἀκατεργάϲτουϲ εἶναι τὰϲ πλείϲταϲ ὑγρότηταϲ. εἰκόϲ οὖν καὶ τοῖϲ ἡμετέροιϲ ϲώμαϲιν ἀπὸ τούτων ὑγρὰν τὴν τροφὴν καταλείπεϲθαι καὶ ταραχώδη.