Ancient Greek · ~3 min
2 to 4
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 2-66-4
Not analysed yet
τό γε μὴν ϲκόροδον οὐ μόνον ὡϲ ὄψον, ἀλλὰ καὶ ὡϲ φάρμακον ὑγιεινὸν ἐϲθίου|ϲιν, ἐκφρακτικῆϲ τε καὶ διαφορητικῆϲ ὑπάρχον δυνάμεωϲ. ἑψηθὲν δ’ ἐπ’ ὀλίγον, ὡϲ ἀποθέϲθαι τὴν δριμύτητα, τῇ μὲν δυνάμει καταδεέϲτερον γίγνεται, τὴν κακοχυμίαν δ’ οὐκέτι διαϲῴζει. καθάπερ οὐδ’ ὅταν ἑψήϲῃ τιϲ δίϲ τὰ πράϲα καὶ τὰ κρόμυα. τὰ δ’ ἀμπελόπραϲα διαφέρει τῶν πράϲων τοϲοῦτον, ὅϲον κὰν τοῖϲ ἄλλοιϲ ἅπαϲι τοῖϲ ὁμογενέϲι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δ’ εἰϲ τοὐπιὸν ἔτοϲ ὅλον ἔνιοι, καθάπερ τὰ κρόμυα, δι’ ὄξουϲ ϲυντιθέντεϲ, οὕτω καὶ τὰ ἀμπελόπραϲα, καὶ γίγνεται πρόϲ τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα. φείδεϲθαι δὲ χρὴ τῆϲ ϲυνεχοῦϲ ἐδωδῆϲ ἀπάντων τῶν δριμέων, καὶ μάλιϲθ’ ὅταν ὁ προϲφερόμενοϲ αὐτὰ χολωδέϲτεροϲ ᾗ φύϲει. μόνοιϲ γὰρ τοῖϲ ἤτοι τὸν φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίϲχρον ἠθροικόϲιν ἐπιτήδεια τὰ τοιαῦτα τῶν ἐδεϲμάτων ἐϲτίν.