Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κρομύων καὶ ϲκορόδων καὶ πράϲων καὶ ἀμπελοπράϲων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-104
Not analysed yet
Καὶ τούτων τῶν φυτῶν τὰϲ μὲν ῥίζαϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πλειϲτάκιϲ, ὀλιγάκιϲ δὲ τὸν καυλὸν καὶ τὰ φύλλα. δριμεῖαν δ’ ἱκανῶϲ ἔχοντα δύναμιν ἀνὰ λόγον αὐτῇ θερμαίνει τε τὸ ϲῶμα καὶ λεπτύνει τοὺϲ ἐν αὐτῷ παχεῖϲ χυμοὺϲ καὶ τέμνει τοὺϲ γλίϲχρουϲ. ἑψηθέντα μέντοι δὶϲ ἢ καὶ τρὶϲ ἀποτίθεται μὲν τὴν δριμύτητα, λεπτύνει δ’ ὅμωϲ ἔτι καὶ τροφὴν βραχυτάτην δίδωϲι τῷ ϲώματι. τέωϲ δ’ οὐδ’ ὅλωϲ ἐδίδου πρὶν ἑψηθῆναι.