Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κριθίνων ἄρτων.
Galen, De alimentorum facultatibus libri iii 2-8
Not analysed yet
κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ πτιϲθῆναι φαινόμεναι καί τι πυκνότητοϲ ἔχουϲαι καὶ βάρουϲ, ὅϲον οἷόν τε κριθὰϲ ἔχειν. ἀμείνουϲ δὲ δηλονότι καὶ τῶν ἰϲχνῶν τε καὶ ῥυϲῶν αἱ πλήρειϲ ὅλαι καὶ περιτεταμένην ἔξωθεν ἔχουϲαι τὴν περιγραφήν.