Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κριθίνων ἄρτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-7
Not analysed yet
ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ |κατὰ φύϲιν ὄγκον ἔχοιεν ἅμα τῷ μαλακώτερά τε καὶ χαυνότερα γενέϲθαι. περιττωματικὴν γὰρ ὑγρότητα ταῦτ’ ἔχειν ἴϲθι καὶ χείρω τῶν προειρημένων εἶναι. καὶ διὰ τοῦτο μετὰ μὲν τὴν ϲυγκομιδὴν οὐ προϲῆκεν αὐτοῖϲ χρῆϲθαι, καταθέμενον δ’ ἐν τόποιϲ ξηροῖϲ ἐᾶϲαι χρόνῳ πλείονι τὸ μέν τι διαπνεῦϲαι τῆϲ περιττῆϲ ὑγρότητοϲ, τὸ δέ τι πεφθῆναι, μέχριπερ ἂν ξηραινόμενα προϲϲταλῇ μετρίωϲ.