Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ φακῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-11
Not analysed yet
ἡ δ’ ἀφῃρημένῃ τὸ λέμμα φακῆ τὸ μὲν ἰϲχύρὸν τῆϲ ϲτύψεωϲ ἀπόλλυϲι καὶ τὰ ταύτῃ ϲυνεπόμενα δηλονότι, τροφιμωτέρα δὲ γίγνεται τῆϲ ἀπτίϲτου παχύχυμόϲ τ’ οὖϲα καὶ βραδυπόροϲ, οὐ μὴν ξηραντική γε τῶν κατ’ αὐτὴν ῥευμάτων ὥϲπερ ἡ ἄπιϲτοϲ. εἰκότωϲ οὖν οἱ πλεονάζοντεϲ ἐν τούτῳ τῷ ἐδέϲματι τούϲ τε καλουμένουϲ ἐλέφανταϲ ἴϲχουϲι καὶ καρκίνουϲ· ἐπιτήδειον γάρ ἐϲτι τὸ παχὺ καὶ ξηρὸν ἔδεϲμα μελαγχολικὸν γεννᾶν χυμόν.