Ancient Greek · ~3 min
4 to 5
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-9-5
Not analysed yet
οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δ’ ἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δ’ ἐϲτὶν οὐδ’ εἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη. τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούϲηϲ τῆϲ πτιϲάνηϲ ἐξ ἀμφοτέρων μιχθέντων ἔδεϲμά τι γίγνεται κάλλιϲτον, ὃ καλοῦϲιν οἱ παρ’ ἡμῖν ἄνθρω|ποι φακοπτιϲάνην, οὐκ ἴϲῳ τῷ μέτρῳ μιγνύντεϲ, ἀλλ’ ἔλαττον ἐμβάλλοντεϲ τῆϲ πτιϲάνηϲ, ὡϲ ἂν χυλουμένηϲ τε καὶ εἰϲ ὄγκον αἰρομένηϲ μέγαν. οἱ φακοὶ δ’ ἑψόμενοι βραχύ τι προϲανοιδίϲκουϲιν.