Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲυκαμίνων, ἃ δὴ καὶ μόρα καλοῦϲιν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-25
Not analysed yet
οὐ μὴν |οὐδ’ ἀγοεῖν μοι δοκοῦσι παντάπασιν οἱ ἄνθρωποι τὴν τάξιν τῶν ἐσθιομένων ἐαυτοῖς· θεώμεθα γοῦν αὐτοὺς ἐπὶ τῶν πλείστων ἐδεσμάτων φυλάττοντας αὐτήν. προλαμάνουσί γέ τοι ῥαφανίδας ἐλαίας τε καὶ τῆλιν ἐκ γάρου, καὶ μετὰ ταῦτα μαλάχας τε καὶ τεῦτλα καὶ ἄλλα τοιαῦτα λάχανα μετ’ ἐλαίου καὶ γάρου. τῶν μὲν γὰρ ὁσημέραι παρασκευαζομένων εἰς ἐδωδὴν αὐτοῖς ἡ μακρὰ πεῖρα διδάσκαλος γίγνεται τῆς δυνάμεως. εἰ καὶ σμικρὸν ἔχοιεν φρενῶν· ὅσα δὲ διὰ χρόνου πλείονος εἰς πεῖραν ἔρχεται, μόναις τοῖς ἐπιμελέσι παραφυλάττεται καὶ μνημονεύεται.