Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲυκαμίνων, ἃ δὴ καὶ μόρα καλοῦϲιν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-20
Not analysed yet
τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα δ’ ἐφ’ ἑτέροιϲ ἢ καὶ χυμὸν εὑρόντα μοχθηρὸν ἐν αὐτῇ διαφθείρεται τάχιϲτα, διαφθορὰν ἀλλόκοτόν τινα καὶ οὐ ῥητὴν ἴϲχοντα ταῖϲ κολοκύνθαιϲ ὁμοίωϲ. ἀβλαβέϲτατα γὰρ ὄντα ταῦτα τῶν ὡραίων ἐδεϲμάτων, ὅταν μὴ πεφθέντα ταχέωϲ ὑποχωρήϲῃ, μοχθηρὰν ἴϲχει |διαφθορὰν ὁμοίωϲ τοῖϲ πέποϲι, καίτοι κἀκεῖνοι ταχέωϲ ὑπελθόντεϲ οὐδὲν μέγα βλάπτουϲι.