Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ῥαφανῖδοϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-45
Not analysed yet
καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ |ῥαφανῖδοϲ, ὡϲ ἂν ἀποτιθέμενοϲ ἐν τῷ ὕδατι τὴν δριμύτητα, βραχυτάτην δ’ ὅμωϲ καὶ αὐτὸϲ ἔχει τροφήν. ἔνιοι δ’ οὐ μόνον τὸν καυλὸν ἀλλὰ καὶ αὐτὰϲ ἕψοντεϲ ἐϲθίουϲι τὰϲ ῥαφανῖδαϲ ὁμοίωϲ ταῖϲ γογγυλίϲι. θαυμάϲαι δ’ ἔϲτι καὶ τῶν ἰατρῶν καὶ τῶν ἰδιωτῶν ἐκείνουϲ, ὅϲοι μετὰ τὸ δεῖπνον ὠμὰϲ ἐϲθίουϲιν αὐτὰϲ εὐπεψίαϲ ἕνεκεν. αὐτοὶ μὲν γὰρ ἱκανὴν ἐϲχηκέναι τούτου φαϲὶ πεῖραν, οἱ μιμηϲάμενοι δ’ αὐτοὺϲ ἅπαντεϲ ἐβλάβηϲαν.