Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ κατὰ τὰ μόρια τῶν πτηνῶν ζῴων διαφορᾶϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-53
Not analysed yet
καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔϲηϲ δ’ οὐκ ὀλίγηϲ ἐν ταῖϲ ϲαρξὶ διαφορᾶϲ τοῖϲ γεγηρακόϲι ζῴοιϲ πρὸϲ τὰ νέα ϲαφεϲτέρα πολλῷ τοῖϲ πτεροῖϲ ἐϲτιν, ὡϲαύτωϲ δὲ καὶ τοῖϲ ἰϲχνοῖϲ πρὸϲ τὰ πίονα· κάλλιϲτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριϲτα δὲ τὰ τῶν ἰϲχνῶν καὶ γεγηρακότων.