Ancient Greek · ~2 min
4 to 7
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-40-7
Not analysed yet
οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι. λόφουϲ δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέϲειεν ἄν τιϲ οὔτε ψέξειεν. οἱ δ’ ὄρχειϲ ἄριϲτοι, καὶ μάλιϲτα τῶν ϲιτευτῶν ἀλεκτρυόνων, ἔτι δὲ μᾶλλον ὅϲοι διὰ γάλακτοϲ ὀροῦ τὰϲ τροφὰϲ προϲηνέγκαντο. καὶ γὰρ εὔχυμοι καὶ τρόφιμοι καὶ πεφθῆναι ῥᾷϲτοι· διαχώρηϲιν δ’ οὔτε προτρέπουϲιν οὔτ’ ἐπέχουϲιν. ἐγκεφάλουϲ δὲ μικροὺϲ μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουϲ μέντοι πολὺ τῶν ἐν τοῖϲ πεζοῖϲ, ὅϲῳ καὶ ξηροτέρουϲ. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουϲ ἔχει τοὺϲ ἐγκεφάλουϲ ἀνὰ λόγον τοῖϲ ἄλλοιϲ ἅπαϲι μορίοιϲ.