Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ ᾠῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 3-54
Not analysed yet
ἀμείνω δὲ τῶν |ἑφθῶν τε καὶ ὀπτῶν ἐϲτι τὰ καλούμενα πνικτά. ϲκευάζεται δὲ τὸν τρόπον τοῦτον· ἀναδεύϲαντεϲ αὐτὰ μετ’ ἐλαίου καὶ γάρου καὶ οἴνου βραχέοϲ ἐντιθέαϲι τὸ ἀγγεῖον ὕδωρ ἐχούϲῃ κακκάβῃ. θερμόν, εἶτα πωμάϲαντεϲ ἄνωθεν ὅλην αὐτὴν ὑποκαίουϲι μέχρι ϲυϲτάϲεωϲ μετρίαϲ. μετρίαϲ. τὰ γὰρ ἐπὶ πλέον παχυνθέντα παραπλήϲια τοῖϲ ἑψηθεῖϲί τε καὶ ὀπτηθεῖϲι γίγνεται, τὰ δ’ ἐν τῷ ϲυμμέτρῳ τῆϲ παχύνϲεωϲ ἀρθέντα καὶ πεφθῆναι τῶν ϲκληρῶν ἐϲτιν ἀμείνω καὶ τροφὴν τῷ ϲώματι βελτίονα δίδωϲι.