Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ τῶν ἐν ἑκάϲτῳ γένει ϲπερμάτων ἐμφερομένων ἑτερογενῶν τε καὶ μικτῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-13
Not analysed yet
μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν ἐκκαθαράντων τοῖϲ εἰϲ ταῦτ’ ἐπιτηδείοιϲ κοϲκίνοιϲ (ὀλίγοϲ γὰρ ὁ ϲύμπαϲ ἐγεωργεῖτο πυρόϲ) οὔτε τῶν ἀρτοποιῶν διὰ τὴν αὐτὴν αἰτίαν, ἐν μὲν τῷ παραχρῆμα κεφαλαλγεῖϲ ἐγίγνοντο πολλοί, τοῦ θέρουϲ δ’ εἰϲβάλλοντοϲ ἕλκη κατὰ τὸ δέρμα τῶν φαγόντων οὐκ ὀλίγοιϲ ἤ τι ϲύμπτωμα ἕτερον ἐγίγνετο κακοχυμίαϲ ἐνδεικτικόν.