Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ πεπόνων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-15
Not analysed yet
ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐχ ἁπλῶϲ ἠξίωσαν ὀνομάζειν τούς πέποναϲ, ἀλλ’ ὅλον τοῦτό φαϲι χρῆναι φθέγγσϲθαι ϲικυοπέπων. ἡμεῖϲ δ’ ἐν τῷ παρόντι λόγῳ τῶν τοιούτων οὐ φροντίζομεν, ὡϲ ἂν οὐδὲν εἰϲ ἰατρικὴν ϲυντελούντων. ἄμεινον γὰρ μακρῷ τὸ ϲαφῶϲ ἑρμηνεύειν ἐϲτὶ τοῦ μετὰ περιεργίαϲ τοιαύτηϲ ἀϲαφῆ τὴν διδασκαλίαν |ἐργάζεσθαι· ϲαφηνείαϲ δὲ μάλιστα τυχεῖν ἔστι τὰ ϲυνθέϲτατα τοῖϲ πολλοῖϲ ὀνόματα λέγοντα μετὰ τοῦ φυλάττειν αὐτῶν τὰ ϲημαινόμενα.