Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲταφυλῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-18
Not analysed yet
ἀναλογία δ’ ἐϲτὶ καὶ τοῖϲ περιέχουϲιν ἑκάτερον τῶν καρπῶν ϲκεπάϲμαϲι, τοιαύτην χρείαν παρέχουϲιν αὐτοῖϲ, οἵαν τοῖϲ ζῴοιϲ τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τούτου μεταβολὴ γίγνεται κατὰ τὴν γαϲτέρα, καί τινεϲ ὡϲ ἄχρηϲτον ἀποπτύουϲιν αὐτὸ μυζήϲαντεϲ ἅπαν τὸ ἔνδον ἅμα τοῖϲ γιγάρτοιϲ. ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν πειρῶνται, καὶ μάλιϲθ’ ὅταν αἱ ῥᾶγεϲ ὦϲι μεγάλαι· δύϲκολον γὰρ ἐν ταῖϲ μικραῖϲ αὐτὸ πράττειν.