Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲταφυλῶν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-11
Not analysed yet
εὔδηλον δ’ὅτι μᾶλλον ἡ γαϲτὴρ ὑπέρχεται, μόνηϲ τῆϲ ϲαρκὸϲ τῶν ῥαγῶν ἅμα τῷ χυλῷ καταποθείϲηϲ ἄνευ τῶν γιγάρτων τε καὶ τοῦ περικειμένου χιτῶνοϲ ἔξωθεν, ἔτι δὲ μᾶλλον, ὅταν αὐτὸϲ μόνοϲ ὁ χυλὸϲ ἐκθλιβεὶϲ καταποθῇ· καλοῦϲι δ’ αὐτὸν οἱ ἄνθρωποι γλεῦκοϲ, ἐμπιπλάντα φύϲηϲ |τὴν κοιλίαν, εἰ μὴ διεξέλθοι ταχέωϲ. γίγνεται μὲν οὖν τιϲ κἀκ τούτου τροφὴ τῷ ϲώματι, πλείων δ’ ἐκ τῆϲ ϲαρκώδουϲ οὐϲίαϲ, καὶ διὰ τοῦτό τινεϲ μὲν τῶν ϲταφυλῶν τρέφουϲι μᾶλλον ἢ διαχωροῦνται, τινὲϲ δὲ διαχωροῦνται μᾶλλον ἢ τρέφουϲιν· ὧν μὲν ἂν ὁ χυλὸϲ ὀλίγοϲ ᾖ, τρέφουϲι μᾶλλον, ὧν δὲ πλείων, ἧττον μὲν τρέφουϲιν, ὑπέρχονται δὲ μᾶλλον.