Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Κατὰ τίνα λόγον ἐνίοιϲ ἡ τῶν ϲτυφόντων μήλων ἢ ἀπίων ἐδωδὴ λαπάττει τὴν γαϲτέρα.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-22
Not analysed yet
θεαϲάμενοϲ οὖν ἐγὼ ταῦτα ϲυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑϲτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωϲ δὲ πειϲθέντι πρώταϲ ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουϲ φαγεῖν, εἶτα τἄλλα ἐφεξῆϲ, ὡϲ εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωϲ ἀξιολόγωϲ, ἁλλ’ οὐδὲ μετρίωϲ ἀπέκρινεν ἡ γαϲτήρ. ἐθαύμαϲέ τ’ οὖν εἰκότωϲ τὸ γιγνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηϲόμενα.