Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Κατὰ τίνα λόγον ἐνίοιϲ ἡ τῶν ϲτυφόντων μήλων ἢ ἀπίων ἐδωδὴ λαπάττει τὴν γαϲτέρα.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-14
Not analysed yet
τοῦ γάρου γάρ, ἔφην, ϲὺν τοῖϲ ἅμ’ αὐτῷ ληφθεῖϲιν ὑπάγειν πεφυ κότοϲ τὴν γαϲτέρα καὶ τοῦτ’ ἤδη προειργαϲμένου, τὰ ϲτύφοντα τελευταῖα ληφθέντα, καὶ μάλιϲτα τοῖϲ ἀτόνοιϲ τὸν ϲτόμαχον, αἴτια γίγνεται τῆϲ |ὑπαγωγῆϲ, ῥωννύντα τε τὴν γαϲτέρα καὶ προτρέποντα διωθεῖϲθαι κάτω τὰ περιεχόμενα κατ’ αὐτήν. μᾶλλον δ’ ἄν, ἔφην, πειϲθείηϲ τοῦτο, λαβὼν ἐπὶ τῆϲ ὑϲτεραίαϲ ἁπάντων μὲν πρῶτα τὰ ϲτύφοντα, δεύτερα δ’ ἐπ’ αὐτοῖϲ τὰ κρεώδη καὶ πάντων τελευταῖα τὰ δι’ ἐλαίου τε καὶ γάρου προϲφερόμενα.