Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ ἀκραίων μορίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-34
Not analysed yet
τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ |ἀκραίοιϲ μᾶλλον. ἔϲτι δὲ διὰ τοῦτο καὶ γλιϲχρότερα· καὶ γὰρ καὶ νεῦρον καὶ δέρμα πᾶν ἑψόμενον εἰϲ τοιαύτην ἀφικνεῖται φύϲιν. εἰκότωϲ οὖν ἐλάττονα μὲν τροφὴν δίδωϲι τῷ ϲώματι, ῥᾷον δ’ ὑπέρχεται κατὰ γαϲτέρα διὰ τὴν γλιϲχρότητα.