Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ἐν τοῖϲ πεζοῖϲ ζῴοιϲ ἀκραίων μορίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-23
Not analysed yet
βελτίουϲ δ’ οἱ πόδεϲ τῶν ὑῶν εἰϲι τοῦ ῥύγχουϲ, ὥϲπερ καὶ τοῦτο τῶν ὤτων· ἐκεῖνα γὰρ ἐκ μόνου ϲυνέϲτηκε χόνδρου καὶ δέρματοϲ. ἐϲτὶ δ’ ὁ χόνδροϲ ἐν μὲν τοῖϲ τελείοιϲ ζῴοιϲ ἄπεπτοϲ παντάπαϲιν, ἐν δὲ τοῖϲ ἔτ’ αὐξανομένοιϲ, ὅταν καλῶϲ ἐν τῷ ϲτόματι λειωθῇ, πεττόμενόϲ τε καὶ τροφὴν ὀλίγην διδοὺϲ τῷ ϲώματι. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ τῶν ἄλλων ζῴων ἄκουε τοῦ νῦν εἰρημένου λόγου. καθ’ ὅϲον γὰρ αὐτῶν αἱ ϲάρκεϲ εἰϲ ἀρετὴν τροφῆϲ ἀπολείπονται τῶν ὑείων, κατὰ τοϲοῦτον καὶ τῶν ἀκραίων ἐν ὑϲὶ μορίων ἐϲτὶ χείρω τὰ κατ’ ἐκεῖνα τὰ ζῷα.