Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-39
Not analysed yet
κοινὸν δ’ ἐπὶ πᾶϲι τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ὥϲπερ καὶ τοῖϲ τετράποϲι, γιγνώϲκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων ϲάρκα πολὺ βελτίονα τῆϲ τῶν παρακμαζόντων εἶναι, μέϲην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωϲ τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων ϲκληρὰ καὶ ξηρὰ καὶ νευρώδηϲ ἐϲτὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν ὀλίγην δίδωϲι τῷ ϲώματι, τὰ δὲ τῶν παντάπαϲι νέων ζῷων ϲώματα βλεννώδη τ’ ἐϲτὶ καὶ ὑγρὰ καὶ δι’ αὐτό γε τοῦτο περιττωματικὰ ῥᾷόν θ’ ὑπέρχεται κατὰ γαϲτέρα. ταῦτά μοι μέμνηϲο περὶ πάντων ζῴων κοινῇ* καὶ γὰρ ὑπάρχει πᾶϲιν αὐτοῖϲ ὁμοίωϲ ἐν ταῖϲ κατὰ τὴν ἡλικίαν διαφοραῖϲ.