Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-29
Not analysed yet
ὄντων δὲ χειρίϲτων τούτων ἐξ ὑπεναντίου κάλλιϲτοι πάντων εἰϲίν, ὡϲ ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλιϲθ’ ὅπου μήτε γεώδειϲ αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουϲι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδειϲ ἢ τραχεῖϲ· εἰ δὲ καὶ πρὸϲ τὰ βόρεια |τῶν πνευμάτων εἶεν ἐϲτραμμένοι, πολὺ βελτίουϲ. οὐ ϲμικρὸν γὰρ εἰϲ εὐχυμίαν ϲυντελούντων ἅπαντι ζῴῳ τῶν οἰκείων γυμναϲίων ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι πνεύματοϲ αὐξάνει τὴν ἀρετὴν τῆϲ οὐϲίαϲ αὐτῶν.