Ancient Greek · ~1 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ κεφάλου.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-19
Not analysed yet
πρόδηλον δὲ κἀκ τῶν εἰρημένων ἀμείνω καὶ κατὰ τοῦτ’ εἶναι θάλατταν θαλάττηϲ, καθ’ ὅϲον ἤτοι καθαρὰ τελέωϲ ἐϲτὶν ἢ δέχεται ποταμοὺϲ πολλοὺϲ καὶ μεγάλουϲ ὥϲπερ ὁ Πόντοϲ. οἱ γὰρ ἐν τῇ τοιαύτῃ καθ’ ὅϲον πλεονεκτοῦϲι τῶν λιμναίων, κατὰ τοϲοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων.