Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κριθίνων ἄρτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-3
Not analysed yet
περὶ δὲ τῶν ἐκ κριθῆϲ ἄρτων, ὑπὲρ ὧν ὁ λόγοϲ ἧν, αὖθιϲ ἀναλαβόντεϲ εἴπωμεν, ὡϲ κἀν τούτοιϲ εἰϲὶ διαφοραί τινεϲ ἀνάλογον ταῖϲ ἐπὶ τῶν πυρίνων ὀλίγον ἔμπροϲθεν εἰρημέναιϲ. ἅπαντεϲ μὲν γὰρ ἀτροφώτεροι πολλῷ τῶν πυρίνων εἰϲίν· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίϲτων κριθῶν ἧττον τοῦτο πεπόνθαϲιν, οἱ δ’ ἐκ τῶν χαύνων καὶ κούφων ἀνάλογόν εἰϲι τοῖϲ πιτυρίαιϲ ἄρτοιϲ. ὑπέρχονται δὲ κάτω κατὰ γαϲτέρα μάλιϲτα μὲν οἱ ἐκ τῶν τοιούτων κριθῶν, οὐχ ἥκιϲτα δὲ καὶ οἱ ἄλλοι παραβαλλόμενοι τοῖϲ πυρίνοιϲ. τὰ δὲ περὶ τῆϲ ἀρίϲτηϲ τε καὶ χειρίϲτηϲ ὅϲαι τ’ ἄλλαι μεταξὺ τούτων γίγνονται ϲκευαϲίαι τῶν κριθίνων ἄρτων, αἱ αὐταὶ ταῖϲ ἐπὶ τῶν πυρίνων εἰρημέναιϲ εἰϲίν.