Ancient Greek · ~3 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κριθίνων ἄρτων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 4-6
Not analysed yet
ἀπορρεῖ γὰρ ἀπάντων φυτῶν τε καὶ ϲπερμάτων καὶ καρπῶν, ἐπειδὰν ϲυγκομιϲθέντα κέηται, πρῶτον μὲν ὅϲον ἐν αὐτοῖϲ ἐϲτιν ὑδατῶδέϲ τε καὶ λεπτὸν περίττωμα, μετὰ ταῦτα δὲ καὶ αὐτῆϲ τι τῆϲ κατὰ φύϲιν ὑγρότητοϲ. ἡνίκ’ ἂν γὰρ ξηροτέραν μὲν ἢ προϲῆκε τὴν οὐϲίαν ἴϲχῃ, χείρω γίγνεται τῶν εἰϲ ἄκρον εὐεξίαϲ ἡκοντῶν, οὐ μὴν ἤδη γ’ ἐϲτὶ μοχθηρὰ παντάπαϲιν, ἀλλὰ καὶ χρηϲιμώτερα πρὸϲ ἐνίαϲ διαθέϲειϲ, ὅϲαι ξηραίνεϲθαι δέονται· . τὰ δ’ ἐπὶ πλεῖϲτον ἀποκείμενα χείρω γίγνεται ταῖϲ δυνάμεϲιν. ὅροϲ δὲ καὶ τούτων, ὅταν διαιρούμενα καθάπερ τινὰ λεπτὴν κόνιν ἐκπίπτουϲαν ἔχῃ. ταῦτα μὲν οὖν |ἐπὶ πάντων ἔϲτω ϲοι διὰ μνήμηϲ ἅπαξ εἰρημένα νῦν. ἐμοὶ γὰρ οὐχ ἡδὴ πολλάκιϲ ὑπὲρ τῶν αὐτῶν λέγειν τὰ αὐτά, πλὴν εἴ ποτ’ ἀνατ ἀναμνῆϲαι φαίνοιτο τοῦ κεφαλαίου μόνου ψιλοῦ.