Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ϲκληροϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-32
Not analysed yet
πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο |τὸ τάριχοϲ εἰκότωϲ ἐϲτὶν ἡδονῆϲ τε καὶ μαλακότητοϲ ἕνεκα τῆϲ ϲαρκόϲ, ὀνομάζεται δὲ ϲυνήθωϲ ὑπὸ πάντων ἤδη τὰ τοιαῦτα ταρίχη ϲάρδαι. μετὰ δὲ τὰϲ ϲάρδαϲ τε καὶ πηλαμύδαϲ οἱ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι τετίμηνται καὶ μετ’ αὐτοὺϲ οἱ κορακῖνοι. ταῦτα μὲν οὖν ἐν παρέργῳ περὶ τῶν ταριχευθέντων ἰχθύων εἰρήϲθω.