Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Περὶ τῶν ϲκληροϲάρκων ἰχθύων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 6-22
Not analysed yet
ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ· ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.