Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΡΟΦΑΙΣ ΔΥΝΑΜΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ, Περὶ κυάων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 5-6
Not analysed yet
οὐ μόναν δ’ ὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ ἀγροὺϲ καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δ’ αὐτῶν τοῦ φυϲώδουϲ οἱ ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μετ’ αὐτοῦ. |τὸ γάρ τοι φυϲῶδεϲ ἐν ἅπαϲι τοῖϲ ἐδέϲμαϲιν ὑπὸ τῶν θερμαινόντων τε καὶ λεπτυνόντων ἐπανορθοῦται.