Ancient Greek · ~2 min
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ ϲυκαμίνων, ἃ δὴ καὶ μόρα καλοῦϲιν.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 7-8
Not analysed yet
τεκμαίρομαι τοίνυν τὰ μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ, ψύχει δ’ οὐ πάντωϲ, εἰ μὴ ψυχρὰ ληφθείη. τροφὴν δ’ ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι παραπληϲίωϲ τοῖϲ πέποϲιν, οὐ μὴν ἐμετικόν γέ τι πρόϲεϲτιν αὐτοῖϲ οὐδὲ κακοϲτόμαχον, ὡϲ ἐκείνοιϲ.