Ancient Greek
ΓΑΛΕΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΑΙΣ ΤΠΟΦΑΙΣ ΔΥΝΑΜΕΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Περὶ κεραϲίων.
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 1-47
Not analysed yet
Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημένων εἰδῶν ἐκ τῶν λεγομένων ἐπὶ ϲυκαμίνοιϲ τε καὶ βατίνοιϲ ἔνεϲτί ϲοι τεκμήραϲθαι.