Ancient Greek · ~2 min
8 to 9
Galen, Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων 8-3-9
Not analysed yet
ἔϲτι δὲ τῶν μέϲων οὐχ ἓν εἶδοϲ. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλωϲ μετέχειν τῶν ἄκρων ἐϲτὶ τοιαῦτα, τινὰ δ’ ἐκ τῆϲ ἀμφοῖν ἰϲοκρατοῦϲ μίξεωϲ ἐπικτᾶται τὴν μεϲότητα, καθάπερ ὀλίγον ἔμπροϲθεν ἔλεγον, ὅταν τῇ πτιϲάνῃ μίξῃ τιϲ τὴν φακῆν |οὕτω δὲ καὶ τὴν τευτοφακῆν ὁ Ταραντῖνοϲ Ἡρακλείδηϲ οὐ μόνον ὑγιαίνουϲιν, ἀλλὰ καὶ νοϲοῦϲιν ἐδίδου· μέϲον γὰρ καὶ τοῦτ’ ἐϲτὶν ἐξ ἐναντίων ϲυγκείμενον ἔδεϲμα, διὰ τεύτλων μὲν ἣττον ὑπέρχεται, φακῆϲ δὲ διαχωρεῖται μᾶλλον. εὔδηλον δ’ ὅτι καὶ ὁ ἀναδιδόμενοϲ ἐξ αὐτῆϲ χυμὸϲ εἰϲ τὸ ϲῶμα μικτὸϲ ἐκ τῆϲ ἀμφοτέρων ἐϲτὶ δυνάμεωϲ τῆϲ τε φακῆϲ καὶ τοῦ τεύτλου.