Ancient Greek
1.1 to 1.3
Gelasius, Historia Ecclesiastica 1.1-2-3
Not analysed yet
Κωνσταντῖνος τοίνυν πάντων γενόμενος ἐγκρατὴς διὰ τῆς ἐκ θεοῦ δοθείσης αὐτῷ συνάρσεως αὐτοκράτωρ βασιλεὺς ἀναδειχθείς, τὰ Χριστιανῶν αὔξειν εἰσέτι μᾶλλον καὶ μᾶλλον ἐσπούδαζεν. ἐποίει τε τοῦτο διαφόροις τοῖς τ· ρόποις, ἔμπυρον ἔχων πίστιν καὶ ἔμφυτον τὴν εἰς τὸν τῶν ὅλων θεὸν πιστοτάτην εὐσέβειαν, καὶ ἠν πᾶσα ἡ ὑπὸ τὸν οὐρανὸν ἐκκλησία ἐν βαθείᾳ εἰρήνῃ. ἀκούσωμεν δή, τί ἐνταῦθα λέγει καὶ ὁ ἀροτὴρ ὁ κάλλιστος τῆς ἐκκλησιαστικῆς γεωργίας ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ παμφήμου Παμφίλου. ὁ μὲν οὐν Λικίννιος, φησί, τὴν ὁμοίαν τοῖς ἀθέοις τυράννοις τῆς ἀσεβείας μετελθὼν ὁδόν, ἐπὶ τὸν ἴσον αὐτοῖς ἐνδίκως περιηνέχθη κρημνόν.