Ancient Greek · ~2 min
12.2 to 12.4
Gelasius, Historia Ecclesiastica 12.2-4
Not analysed yet
ζῶντα οὖν συλλαβὼν ὁ ἐπιεικέστατος καὶ εὐσεβέστατος βασιλεὺς φιλανθρωπεύεται καὶ κτείνει μὲν οὐδαμῶς, οἰκεῖν δὲ τὴν Θεσσαλονίκην προσέταξεν ἡσυχάζοντα. ὁ δὲ πρὸς ὀλίγον χρόνον ἡσυχάζειν ἐδόκει· μετὰ δὲ ταῦτα βαρβάρους τινὰς προσκαλούμενος καὶ σὺν αὐτοῖς διασκεπτόμενος, ἀναμάχεσθαι τὴν ἡτταν ἐσπούδαζε. τοῦτο γνοὺς βασιλεὺς ὁ πιστότατος, ἀναιρεθῆναι τὸν θεομισῆ ἐκέλευσε· καὶ ἀνῃρέθη ὁ τοῦ Χριστοῦ καὶ τοῦ αὐτοῦ θεράποντος †τυραννος.