Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 1
Gelasius, Historia Ecclesiastica 1.4-2
Not analysed yet
ἀλλ’ οὗτος μὲν ταύτῃ πῃ βεβλημένος ἔκειτο· ὁ δὲ ἀρετῇ πάσῃ τῆς θεοσεβείας ἐκπρέπων μέγιστος νικητὴς Αὔγουστος Κωνσταντῖνος σὺν παιδὶ Κρίσπῳ, βασιλεῖ θεοφιλεστάτῳ κατὰ πάντα τῷ πατρὶ ὁμοιοτάτῳ, τὴν οἰκείαν ἑῴαν ἀπελάμβανε, καὶ μίαν ἡνωμένην τὴν Ῥωμαίων κατὰ τὸ παλαιὸν παρεῖχον ἀρχήν, τὴν ἀπ’ ἀνίσχοντος ἡλίου πᾶσαν ἐγκύκλιον καθ’ ἑκάτερα τῆς οἰκουμένης ἄρκτον τε ὁμοῦ καὶ μεσημβρίαν εἰς ἔσχατα δυομένης ἡμέρας ὑπὸ τὴν αὐτὴν ἄγοντες εἰρήνην.