Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 1
Gelasius, Historia Ecclesiastica 1.10
Not analysed yet
ἀλλὰ μηδεὶς οἰέσθω τὸν ἄνδρα ἐκ τῶν περὶ αὐτοῦ ἐπιπεφημισμένων, ὡς τῆς Ἀρείου βλασφήμου μοχθηρίας ποτέ τι πεφρονήκει, ἀλλὰ πεπείσθω, ὡς εἰ καί τινα ἢ ἐλάλησεν ἢ ἔγραφε μικρόν τι τῶν Ἀρείου ὑπονοούμενα, οὐ μὴν κατὰ τὴν ἀσεβῆ ἐκείνου ἔννοιαν ἀλλ’ ἐξ ἀπεριέγου ἁπλότητος, καθὼς καὶ αὐτὸς ἐν τῷ ἀπολογητικῷ αὐτοῦ λόγῳ, ᾡ διεπέμψατο πρὸς τὸ τῶν ὀρθοδόξων ἐπισκόπων κοινόν, μαρτυραμενος ταῦτα ἐπληροφόρησε.