Ancient Greek · ~3 min
1.6 to 1.9
Gelasius, Historia Ecclesiastica 1.6-9
Not analysed yet
κακῶν δὲ ἀμνηστία παλαιῶν ἦν καὶ λήθη πάσης δυσσεβείας, τῶν δὲ ἀγαθῶν <παρόντων> ἀπόλαυσις καὶ προσέτι μελλόντων προσδοκία. ἥπλωντο οὖν κατὰ πάντα τόπον τῆς τοῦ νικητοῦ βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις νόμοι τε μεγαλοδωρεᾶς καὶ ἀληθοῦς εὐσεβείας γνωρίσματα ἔχοντες. οὕτω δῆτα πάσης τυραννίδος ἐκκαθαρθείσης, μόνοις ἐφυλάττετο τὰ τῆς προσηκούσης βασιλείας βέβαιά τε καὶ ἀνεπίφθονα Κωνσταντίνῳ καὶ τοῖς τούτου παισί. Τοσαῦτα οὖν ὁ τῶν ἀρχαίων ἐκκλησιαστικῶν συγγραφέων ἀξιοπιστότατος Εὐσέβιος ὁ τοῦ Παμφίλου πλείστους ὅσους ἀγῶνας θέμενος καὶ διερευνησάμενος ἔκ <τε> τῶν ἁπλῶς ἐχόντων τὴν ποιησάμενος, ἐν δέκα τόμοις ὅλοις τὰ τῆς ἐκκλησιαστικῆς ἡμῖν ἱστορίας ἀκριβῶς καταλέλοιπεν, ἀρξάμενος μὲν ἀπὸ τῆς τοῦ κυρίου παρουσίας πληρώσας δὲ εἰς τούσδε τοὺς χρόνους, οὐκ ἀπόνως —πῶς γὰρ οἷόν τε ἦν τοσαύτην ἀναδεξάμενον φροντίδα τοῦ διασώσασθαι τῆς τοιᾶσδε συλλογῆς τὴν ἁρμονίαν—ἀλλ’, ὡς ἀρτίως ἔφην, πολλὴν εἰσενεγκάμενος τὴν σπουδὴν καὶ πλοῦτον ἄφατον πόνου·