Ancient Greek · ~5 min
1.11 to 1.16
Gelasius, Historia Ecclesiastica 1.11-16
Not analysed yet
καὶ ἀληθεύειν τὸν ἄνδρα ὑπολάβοι πᾶς τις εὖ φρονῶν ὁπότε σύνεστι καὶ ἐξ ἐκείνου πεισθῆναι μήπω τότε που ποτε τὰ Ἀρείου ἀκουσθησόμενα. δείξει δὲ τὰ ἐν τῇ συνόδῳ τῇ κατὰ τὴν Νικαέων αὐτῷ ἠγωνισμένα κατὰ τῆς ἀσεβείας Ἀρείου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως. Ἀλλ ἐπὶ τὴν ἀκολουθίαν τῆς ἐκκλησιαστικῆς ἱστορίας ἐπανίωμεν. τῆς οὖν ἀνὰ τὴν οἰκουμένην ἐκκλησίας Χριστοῦ τοῦ σωτῆρος ἡμῶν εἰρήνην βαθεῖαν ἐχούσης, πρυτανευθείσης αὐτῇ ταύιης παρὰ τοῦ παμβασιλέως θεοῦ διὰ τοῦ θεράποντος αὐτοῦ Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, μετὰ τὸ μαρτύριον τοῦ θεσπεσίου Πέτρου τοῦ τῆς Ἀλεζανόρἐων ἐκκλησίας ἐπισκόπου γενομένου, τεῖ-ειο)θέντο-̔- αὐτοῦ ἐν αὐτῷ toj μαρτυρίῳ καὶ τὸν τῆς ἀθλήσεως ὸ́φθαρτον στέφαΓον ἀναδησαμένου, χηρεύει ἡ ἐκεῖσε ἐκκλησία ἐι· ιαυτὸν ἕνα· μετὰ δὲ τὸν ἐνιαυτὸν χειροτονεΙται εἰς τὸν θρόνον τοῦ αὐτοῦ ἁγίου μάρτυρος Πέτρου Ἀχιλλᾶς, ἀνὴρ στιβαρὸς καὶ μεγαλοφυὴς ἁγιόφρων εὐλαβείᾳ ὁμοῦ καὶ σοφίᾳ πλείστῃ ὅσῃ διαπρἐπων, καθὼς ἡμῖν τὰ παλαιὰ καὶ ἀπλανῶς ἔχοντα διηγοῦνται συγγράμματα, ὃς πολλὰ παρακληθεὶς ὑπεόέξατο τὸν Ἄρειόν εἰς τὴν διακονίαν. τούτου δὲ ἐπιβιώσαντος μῆνας πέντε μόνον ὑποδέχεται τὴν τῆς ἀρχιερωσύνης ἀρχὴν τῆς αὐτόθι τῶν Ἀλεξανδρέων ἐκκλησίας Ἀλέξανδρος, ἀνὴρ τίμιος ἐν πᾶσι παντὶ τῷ τῆς ἐκκλησίας κλήρῳ καὶ λαῷ, μικρομεγέθης εὐμετάδοτος εὔλαλος ἐπιεικὴς φιλόθεος φιλάνθρωπος φιλόπτωχος χρηστὸς προσηνὴς πρὸς πάντας εἴπερ τις ἄλλος, ὃς καὶ αὐτὸς κατέστησε τὸν Ἄρειον πρεσβύτερον τερον ἔγγιστα ἑαυτοῦ. Περἰ τῆς ἐφευρεθείσης αἱρέσεως ὑπὸ τοῦ θεομάχου Ἀρείου.