Ancient Greek
ΛΟΓΟΣ Bݲ, Chapter 1
Gelasius, Historia Ecclesiastica 1.5-2
Not analysed yet
ἀφῃρεῖτο δ’ οὖν ἐξ ἀνθρώπων πᾶν δέος τῶν αὐτοὺς πιεζόντων, λαμπρὰς δὲ ἐτέλουν καὶ πανηγυρικὰς ἑορτῶν ἡμέρας, ἠν δὲ φωτὸς ἔμπλεα τὰ πάντα, καὶ μειδιῶσι προσώποις ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλους ἔβλεπον, παρῆσαν δὲ αὐτοῖς καὶ ὕμνοι κατὰ πόλιν ὁμοῦ καὶ ἀγρούς, τὸν βασιλέα θεὸν καὶ τὸν τούτου γνήσιον παῖδα Χριστὸν πρώτιστα πάντων, ὅτι δὴ τοῦτο ἐδιδάχθησαν, ἐγέραιρον, καὶ ἔπειτα τὸν εὐσεβῆ βασιλέα ἅμα παισὶ θεοφιλέσιν εὐφήμουν,