Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 10
Gelasius, Historia Ecclesiastica 10.19
Not analysed yet
Μετὰ δὲ τὸ τελειωθῆναι τὴν ἐκκλησίαν ὑποτίθεται τῷ τε βασιλεῖ καὶ τῇ βασιλίδι ἡ αἰχμάλωτος πέμψαι αὐτοὺς πρὸς τὸν τῆς εὐσεβείας σύντροφον τὸν θεοφιλέστατον βασιλέα Κωνσταντῖνον πεμφθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ αἰτουμένους τὸν τὴν ἐκκλησίαν ἐκκλησίαν καθιερώσοντα. τότε ὑπό τε τοῦ βασιλέως καὶ τοῦ κοινοῦ τῶν Ἰβήρων οἱ σταλέντες πρεσβευταὶ καταλαμβάνουσι τὴν Κωνσταντινούπολιν, ἀναγγέλοντες τῷ βασιλεῖ Κωνσταντίνῳ τὴν ἐκεῖσε κρατυνθεῖσαν τοῦ Χριστοῦ πίστιν, ἐπίσκοπον αἰτοῦντες δοθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ εἰς τὴν τῶν παρ᾿ αὐτοῖς ἐκκλησιῶν καθιέρωσιν ὁμοῦ καὶ διατύπωσιν.