Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter 11
Gelasius, Historia Ecclesiastica 11.5
Not analysed yet
Οἷς ἐπιλέγει· τῷ δὲ ἄρα ἦν ὁ θεὸς φίλος κηδεμὼν καὶ φύλαξ, τῷ Κωνσταντίνῳ λέγω, ὃς αὐτῷ τὰς ἐν ἀπορρήτῳ κοὶ σκοτεινῷ μηχανευομένας ὑπὸ τοῦ τυράννου συμβουλίας εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετή, τὸ μέγα τῆς θεοσεβείας ὅπλον, πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει. ὢν δὲ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς Κωνσταντῖνος τῇ ἐκ τοῦ θεοῦ βοηθείᾳ τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδιδρασκεν.